Psalms 22
1 ▼▼LXX: Psa.21:1
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυιδ. ▼▼LXX: Psa.21:2
ὁ θεὸς Ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου. οἱ λόγοι τῶν παραπτωματων μου 2 ▼▼LXX: Psa.21:3
ὁ θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. 3 ▼▼LXX: Psa.21:4
σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ισραηλ. 4 ▼▼LXX: Psa.21:5
ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐρρύσω αὐτούς· 5 ▼▼LXX: Psa.21:6
πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. 6 ▼▼LXX: Psa.21:7
ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαοῦ. 7 ▼▼LXX: Psa.21:8
πάντες οἱ θεωροῦντές με, ἐξεμυκτήρισάν με ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν 8 ▼▼LXX: Psa.21:9
Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. 9 ▼▼LXX: Psa.21:10
ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου· ἀπὸ μαστῶν τῆς μητρός μου 10 ▼▼LXX: Psa.21:11
ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ. 11 ▼▼LXX: Psa.21:12
μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. 12 ▼▼LXX: Psa.21:13
περιεκύκλωσάν με· μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με 13 ▼▼LXX: Psa.21:14
ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος. 14 ▼▼LXX: Psa.21:15
ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου· ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου 15 ▼▼LXX: Psa.21:16
ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου, κεκόλληται τῷ λάρυγγί μου καὶ εἰς χοῦν θανάτου κατήγαγές με. 16 ▼▼LXX: Psa.21:17
ὅτι ἐκύκλωσάν με, κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με ὤρυξαν χεῖράς μου καὶ πόδας. 17 ▼▼LXX: Psa.21:18
ἐξηρίθμησα πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. 18 ▼▼LXX: Psa.21:19
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 19 ▼▼LXX: Psa.21:20
σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίλημψίν μου πρόσχες. 20 ▼▼LXX: Psa.21:21
ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου· καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου 21 ▼▼LXX: Psa.21:22
σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. 22 ▼▼LXX: Psa.21:23
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε 23 ▼▼LXX: Psa.21:24
Οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ιακωβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ, 24 ▼▼LXX: Psa.21:25
ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. 25 ▼▼LXX: Psa.21:26
παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. 26 ▼▼LXX: Psa.21:27
φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. 27 ▼▼LXX: Psa.21:28
μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, 28 ▼▼LXX: Psa.21:29
ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. 29 ▼▼LXX: Psa.21:30
ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, 30 ▼▼LXX: Psa.21:31
καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, 31 ▼▼LXX: Psa.21:32
καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὅτι ἐποίησεν ὁ κύριος.
Copyright information for
LXX